Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
χρόνῳ δὲ ὕστερον Νεοπτόλεμος
ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν
χώραν κατέσχε καὶ διαδοχὴν βασιλέων ἀφ᾽ αὑτοῦ
κατέλιπε, Πυρρίδας ἐπικαλουμένους: καὶ γὰρ
αὐτῷ Πύρρος ἦν παιδικὸν ἐπωνύμιον. καὶ τῶν
γνησίων παίδων ἐκ Λανάσσης τῆς Κλεοδαίου
τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον ὠνόμασεν. ἐκ
τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους
ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

