Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ταῦτα δὲ Ἀργεῖοι πάθους ὑπομνήματα παλαιοῦ
[p. 454]
γενενῆσθαι παρ᾽ αὐτοῖς λέγουσι. Δαναῷ γάρ, ὅτε
πρῶτον ἐπέβη τῆς χώρας κατὰ τὰ Πυράμια τῆς
Θυρεάτιδος, εἰς Ἄργος πορευομένῳ λύκον φανῆναι
ταύρῳ μαχόμενον: θέμενον δὲ τὸν Δαναὸν ὡς ὁ
λύκος εἴη πρὸς αὐτοῦ ξένον γὰρ ὄντα τοῖς ἐγχωρίοις
ἐπιτίθεσθαι καθάπερ αὐτόν, ἐφορᾶν τὴν
μάχην, καὶ τοῦ λύκου κρατήσαντος Ἀπόλλωνι
Λυκείῳ προσευξάμενον ἐπιχειρῆσαι καὶ περιγενέσθαι,
στάσει Γελάνορος, ὃς τότε τῶν Ἀργείων
ἐβασίλευεν, ἐκπεσόντος. τὸ μὲν οὖν ἀνάθημα
τοῦτον εἶχε τὸν λόγον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

