Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος
ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθ᾽ ἓν
αὐτῷ μεθίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ
τινος μίσους ἐγγενομένου ταῖς πόλεσι πρὸς αὐτὸν
αἱ μὲν προσετίθεντο Καρχηδονίοις, αἱ δὲ ἐπήγοντο
Μαμερτίνους. ἀποστάσεις δὲ ὁρῶν ἅπαντα καὶ
νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφ᾽ αὑτόν,
ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων
μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν
[p. 424]
πόλεμον, εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ
δεομένων βοηθεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

