Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οἱ δὲ ἐπιφανέντες
ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν
ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ
τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι
καὶ σύγχυσιν, ἣ τὸ νίκημα παρέδωκε τοῖς Ῥωμαίοις,
ἅμα δὲ καὶ τὸ κράτος τῆς ἡγεμονίας, καὶ
γάρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι
προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν
ἀγώνων Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δὲ ὕστερον
Σικελίαν κατέσχον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

