Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἦν οὖν παρὰ
τὰς τάξεις τῶν
λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων
τοῖς τε Ῥωμαίοις χαρὰ μετ᾽ ἀλαλαγμοῦ καὶ τοῖς
Ἕλλησιν ἀθυμία καὶ κατάπληξις, ἄχρι οὗ μαθὼν
ὁ Πύρρος τὸ γινόμενον παρήλαυνε γυμνῷ τῷ
προσώπῳ τήν τε δεξιὰν ὀρέγων τοῖς μαχομένοις
καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν, τέλος δὲ τῶν
[p. 400]
θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ῥωμαίους,
καὶ τῶν ἵππων, πρὶν ἐγγὺς γενέσθαι, δυσανασχετούντων
καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν
τὴν Θετταλικὴν ἵππον αὐτοῖς ταρασσομένοις
ἐτρέψατο πολλῷ φόνῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

