Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους: ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προέχον, ἀλλ᾽ ἐφοβοῦντο, μή πως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. πολλὴν δ᾽ ἀπορίαν καὶ διατριβὴν ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ θώρακος ἀποτέμνειν τῷ [p. 486] ξιφιδίῳ τὸν οἰστόν: ἠτόνει δ᾽ ἡ χεὶρ καὶ βάρος εἶχε ναρκῶδες ὑπὸ φλεγμονῆς τοῦ τραύματος. ἐκέλευεν οὖν ἅπτεσθαι καὶ μὴ δεδιέναι τοὺς ἀτρώτους