Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον πυνθανομένου δὲ τὴν: αἰτίαν, ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλατταν ἀπιούσης μὴ δυνάμενος ἀπολειφθῆναι. ‘καὶ τίνος,’ ἔφη, ‘τὸ γύναιόν ἐστιν,’ ὁ Ἀλέξανδρος, ‘καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι;’ τοῦ δ᾽ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστίν, ‘ [p. 456] οὐκοῦν,’ εἶπε, ‘πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες.’ οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ. καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν