τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν. Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾁδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιον
σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς.ὁ δ᾽ Ἀρχέλαος οὐκ ἀμούσως ἀντεφώνησε,
σὺ δέ γ᾽ αἰτεῖς.[p. 426] ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς Ἀτέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλ᾽ ὄνων ἐπιτηδειοτέραν