Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τερος; τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος ; [p. 416] ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον αἰχμάλωτος, πυθομένου πῶς αὐτῷ χρήσεται, ‘βασιλικῶς,’ εἶπεν, ‘ὦ Ἀλέξανδρε.’ πάλιν δ᾽ ἐπερομένου, ‘μή τι ἄλλο;’ ‘οὐδέν,’ εἶπε, ‘πάντα γάρ ἐστιν ἐν τῷ βασιλικῶς.’ κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεί ‘φιλοσόφως ἐν’ τούτῳ γὰρ πάντ᾽ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάρτου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι χορευούσης οὐχ ὕβρισεν ἀλλ᾽ ἔγημε: φιλοσόφως