Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῇ χρήσει τὸ μέγ᾽ ἐστίν, ἐπεὶ καὶ νήπια βρέφη κληρονομεῖ βασιλείας πατρῴας καὶ ἀρχάς, ὡς Χάριλλος, ὃν Λυκοῦργος ἅμα τῷ σπαργάνῳ κομίσας εἰς τὸ φιδίτιον ἀνθ᾽ ἑαυτοῦ βασιλέα τῆς Σπάρτης ἀνηγόρευσε: καὶ οὐκ ἦν μέγας ὁ νήπιος, ἀλλ᾽ ὁ τῷ νηπίῳ τὸ πατρῷον ἀποδοὺς γέρας καὶ μὴ σφετερισάμενος μηδ᾽ ἀποστερήσας. Ἀριδαῖον δὲ τίς ἂν ἐποίησε μέγαν; ὃν οὐδὲν νηπίου διαφέροντα μόνον δὲ σπαργανωθέντα πορφύρᾳ Μελέαγρος εἰς τὸν Ἀλεξάνδρου θρόνον ἔθηκεν, εὖ γε ποιῶν, ἵν᾽ ὀφθῇ παρ᾽ ἡμέρας ὀλίγας πῶς ἀρετῇ βασιλεύουσιν ἄνθρωποι καὶ πῶς τύχῃ. ἀγωνιστῇ γὰρ ἡγεμονίας ὑποκριτὴν ἐπεισήγαγε,