ἔχοντος: ἣν Ἀλέξανδρος ἔσχεν, ᾧ μέθην τινὲς ἐγκαλοῦσι καὶ οἴνωσιν. ὁ δ᾽ ἦν μέγας, ἐν τοῖς πράγμασι νήφων καὶ μὴ μεθυσθεὶς μηδὲ βακχευθεὶς ὑπ᾽ ἐξουσίας καὶ δυνάμεως, ἧς μικρὸν ἕτεροι μεταλαβόντες καὶ ἀπογευσάμενοι κρατεῖν ἑαυτῶν οὐ δύνανται:
κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος,
ἢ πόλεος ἐμπεσόντες εἰς τιμάς τινας,
σκιρτῶσιν, ἀδόκητ᾽ εὐτυχησάντων δόμων.