Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αμφιέζουσι, μεταγράφουσι ταχύ καὶ ῥᾳδίως, μὴ προσδεχομένους μηδ᾽ ἐλπίζοντας.
Ἀλεξάνδρῳ δὲ τ ι παρ᾽ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί μὴ πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάττῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν. εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν Παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν Τύχην, οὐκ ἂν εἶπε,