οὕτω καὶ ἡ τύχη πολλάκις ἀτόλμοις καὶ ἀνοήτοις προσάπτουσα δυνάμεις καὶ ἀρχάς, αἷς ἐνασχη - μονοῦσι, κοσμεῖ καὶ συνίστησι τὴν ἀρετὴν ὡς μόνην μέγεθος ἀνδρὸς καὶ κάλλος οὖσαν. εἰ μὲν γάρ, ὥς φησιν Ἐπίχαρμος,
νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλαδὲ
κωφὰ καὶ τυφλά,τυγχάνει λόγου δεόμενα. αἱ γὰρ αἰσθήσεις ἰδίας ἔχειν ἀφορμὰς δοκοῦσιν ὅτι δὲ νοῦς ὠφελεῖ καὶ νοῦς κοσμεῖ καὶ νοῦς τὸ νικῶν καὶ κρατοῦν καὶ βασιλεῦον, τὰ δ᾽ ἄλλα τυφλὰ καὶ κωφὰ καὶ ἄψυχα παρέλκει καὶ βαρύνει καὶ καταισχύνει χωρὶς ἀρετῆς τοὺς ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι.