Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, δι᾽ ἣν ἄξιος τῆς Τύχης ἐγένετο. οὐ μὴν ἀλλ᾽ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, δι᾽ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. πῶς γὰρ οὐχὶ τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν Ὑστάσπου πρότερον; ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπ᾽ Ἀτόσσης; ἐπὶ θύρας αὐτῷ τὸ διάδημα τῆς [p. 460] βασιλείας ἦλθεν, ὥσπερ Ὀάρσῃ διὰ Βαγώαν, καὶ