Click on a word to bring up parses, dictionary entries, and frequency statistics
. Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδ᾽ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τὴν νέμεσιν τύχης βασιλικῆς συγκαλύπτων: φιλοσόφως. ἐπιστολὴν δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος Ἡφαιστίωνος, ὡς ἔτυχε, παρακαθημένου καὶ ἁπλῶς