δ᾽ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δ᾽ ἄνδρας ὅρκοις ἐξαπατᾶν. τοῖς δὲ Σαρδαναπάλλου μνημείοις ἐπιγέγραπται
ταῦτ᾽ ἔχω ὅσσ᾽ ἔφαγον καὶ ἐφύβρισα.τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δ᾽ ἀθεότητα, τῷ δ᾽ ἀδικίαν καὶ πλεονεξίαν; τῶν δ᾽ Ἀλεξάνδρου φωνῶν ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα