Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου [p. 450] καθεζόμενος, ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δ᾽ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἐπιβαίνειν ἅρματος. ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ, μόνης ἐρασθείς: τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις: τῶν δ᾽ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτον σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν ἄκουσαν μὲν γὰρ οὐδεμίαν εἶδεν, ἃς δ᾽ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς