πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν,πρὸς ἀμάχους δυνάμεις καὶ ἄπειρα φῦλα καὶ ποταμοὺς ἀπεράτους καὶ πέτρας ἀτοξεύτους, εὐβουλίᾳ καὶ καρτερίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ παραπεμπόμενος.
ἤματα δ᾽ αἱματόεντα διέπρησσεν πολεμίζων
οἶμαι δ᾽ ἂν αὐτὸν εἰπεῖν πρὸς τὴν Τύχην τοῖς κατορθώμασιν αὑτὴν ἐπιγράφουσαν, ‘μή μου διάβαλλε τὴν ἀρετὴν μηδ᾽ ἀφαιροῦ περισπῶσα τὴν δόξαν. Δαρεῖος ἦν σὸν ἔργον, ὃν ἐκ δούλου καὶ [p. 384] ἀστάνδου βασιλέως κύριον Περσῶν ἐποίησας: καὶ ’