Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἵππους παρασκευάσασαν; ἃ τῷ μὴ μαθόντι χρῆσθαι κίνδυνός ἐστιν, οὐ δύναμις οὐδὲ κόσμος, ἀλλ᾽ ἔλεγχος τῆς ἀσθενείας καὶ μικρότητος. ὀρθῶς [p. 436] γὰρ Ἀντισθένης ἔλεγεν ὅτι ‘πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τἀγαθὰ πλὴν ἀνδρείας: γίγνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων.’ διὰ τοῦτό φασι καὶ τὴν φύσιν ἀγεννεστάτῳ ζῴῳ τῷ ἐλάφῳ κέρατα θαυμαστὰ τῷ μεγέθει καὶ τραχύτητι πρὸς ἄμυναν ἐμφῦσαι, διδάσκουσαν ἡμᾶς ὡς οὐδὲν ὠφελεῖ τὸ ἰσχύειν καὶ ὡπλίσθαι τοὺς μένειν καὶ θαρρεῖν μὴ δυναμένους.