Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων τὴν κεφαλὴν συνανεγίγνωσκεν: ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.
ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος. καὶ γάρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς κέχρηται: καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ,