ὃν ἄλλος ἔπαινον τῷ χρόνῳ προέλαβε, τοῦτον αὑτῷ νόμον κεῖσθαι λογιζόμενος, ὥστ᾽ εἰπεῖν Ὅμηρον ὅτι τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος [p. 410] ἀνδραγαθίαν κεκόσμηκε, τὴν δ᾽ Ἀλεξάνδρου μεμάντευται. διαβὰς τοίνυν τὸν Ἑλλήσποντον ἐθεᾶτο τὴν Τροίαν ἀνατυπούμενος τὰς ἡρωικὰς πράξεις: καί τινος αὐτῷ τῶν ἐγχωρίων ὑποσχομένου τὴν Πάριδος λύραν, εἰ βούλοιτο, δώσειν, ‘οὐδέν,’ ἔφη, ‘τῆς ἐκείνου δέομαι: τὴν γὰρ Ἀχιλλέως κέκτημαι, πρὸς ἣν ἐκεῖνος ἀνεπαύετο
ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν:ἡ δὲ Πάριδος πάντως μαλακήν τινα καὶ θήλειαν ’