Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διατριβὴν ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δ᾽ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν; ὄτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν, οὐδ᾽ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδ᾽ ἐν Ἀκαδημείᾳ θέσεις εἶπεν: τούτοις γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες. καίτοι γ᾽ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδ᾽ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους,