Στράττις Ψυχασταῖς:
Λήδα, σὸν ἔργον δεῖ σ᾽ ὅπως εὐσχήμονος
ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
ἐπὶ τῷδ᾽ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ᾽ ὄρνεον. [p. 194]
Ἀναξανδρίδης Τηρεῖ:
αἱ δ᾽ ἀλεκτρυόνες ἅπασαι
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρ᾽ ὀρνίθια.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε: ' Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ᾽ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾁσματος, ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ, πικρὸς δ᾽ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί, καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.' λέγεται δ᾽ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ, καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως’ ἄχθομαι
ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ᾽ ἄσμενοι.
καὶ Ἀριστοφάνης Δαιδάλῳ: [p. 196]
δ᾽ ἀπολωλεκὼς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ πάλιν
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών,
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι:
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ' ἱμερόφων᾽ ἀλέκτωρ ' ἔφη. Κρατῖνος ῝ Ὥραις::
νῦν δὲ πῶς με χρὴ καλεῖν;.
ἀλεκτρύαιναν, τὸν δ᾽ ἕτερον ἀλέκτορα.
εἴρηται δ᾽ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ ς τὴν εὐθεῖαν ἐκφέρει: ἁλιπόρφυρος εἴαρος ὄρνις. καὶ τὴν γενικήν οἶδα δ᾽ ὀρνίχων νόμως πάντων’ δέλφαξ.
ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
ἀλέκτωρ.

