καὶ Ξενοφῶν δ᾽ ἐν τῇ ζ᾽ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως: ‘ ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ᾽ αὐροῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.6’ ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι: ‘ κατακείμενοι δ᾽ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις.’ Αἰσχύλος δ᾽ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων:
ἀνδροδάμαντα δ᾽ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέ
οἴνου,
ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
ὤθεον, αὐτόματοι δ᾽ ἐξ ἀργυρέων κεράτων πίνοντες
ἐπλάζοντο.
καὶ Σοφοκλῆς Πανδώρᾳ: [p. 106]
ἀργυρηλάτοις
κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
Ἕρμιππος Μοίραις
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας
τρίψει γέμοντα μαλθακῆς ὑπ᾽ ὠλένης.
Λυκοῦργος δ᾽ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ᾽ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας: καὶ Φιλόξενος δ᾽ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν
: οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως..,11 ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει: [p. 108] ‘ κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεστι ἀργυρᾶ.’
πίνετο νεκτάρεον πόμ᾽ ἐν χρυσέαις προτομαῖς
ταύρων κεραστῶν,9
ἐβρέχοντο δὲ κατὰ μικρόν.

