χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις:
οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
καὶ Ἕρμιππος ἐν Κέρκωψι:
χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς:
καὶ ὅ γε ἐ..,1 ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι. ”
χρυσίδ᾽ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. [p. 246]

