Ἄλεξις δ᾽ ἐν Ἑλληνίδι:
οὐ πώποτ᾽ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
ἐξ ὀνόματος δ᾽ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως:
ἀεὶ δὲ καὶ ζῶντ᾽ ἐστὶ καὶ τεθνηκότα
τἀν τῇ θαλάττῃ πολέμι᾽ ἡμῖν θηρία. [p. 22]
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκασ᾽ εὐθέως.
αὐτοὶ τ᾽ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει,
καὶ Ἄλεξις δ᾽ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει.
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος
Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.

