Πλάτων τ᾽ ἐν Φαίδρῳ φησί: ‘ κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμιξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον’ Θεόφραστος δ᾽ ἐν τῷ περὶ κολακείας φησὶν ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν ‘οὐ χορεύσεις ἐνθάδε οὐδ᾽ ἁμῶν ἀκούσει.’ Δίφιλος δ᾽ ἐν Γάμῳ φησὶν
οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
ἔπειθ᾽ ὁ μὲν λέμμ᾽ ἐστίν, ὁ δ᾽ ἕτερον δάκνει.
διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ.
ὁ γὰρ κόλαξ
καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς
πόλεις
ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. [p. 148]
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,,
αἱ κρίσεις θ᾽ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.

