previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον,ι Ἀντιφάνης γοῦν ἐν Θορικίοις Διορύττοντί φησιν

λοῦται δ᾽ ἀληθῶς; ἀλλὰ τί;
β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ
Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,
φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,
ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. . , ,
καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ:

ἔπειτ᾽ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι
μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι,11 Ξανθία:
καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. [p. 194]
Β. λακκόπρωκτε, βάκκαριν τοῖς σοῖς ποσὶν
ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκκαριν;
Ἀναξανδρίδης Πρωτεσιλάῳ:

μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει. Ἀντιφάνης δ᾽ ἐν Ἀντείᾳ:

παρὰ τῷ μυροπώλῃ γευόμενον κατελίμπανον
αὐτὸν Πέρωνι τῶν μύρων μέλλει δέ σοι συνθεὶς φέρειν
τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: