ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης: [p. 248]
φιλοτησίαν σοι τήνδ᾽ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ :
ἑπτάπους γοῦν ἡ σκιὰ ' στιν
ἡ ' πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
ὁ χορὸς ὁ φιλοτήσιος.
χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα. ”
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.

