Ἄλεξις δ᾽ ἐν Κρατείᾳ ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος:
ἡ Μανία,1 φέρ᾽ ὀξύβαφα καὶ κανθάρους.
Εὔβουλος δ᾽ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν:
εἶθ᾽ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ
κάνθαρον: καταστρέφοντα, πλησίον δὲ κείμενον
στρωματέα τε καὶ γύλιον αὐτοῦ.
καὶ πάλιν
ἐγὼ δὲ καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ
τῆς οἰκίας καινὸν καπηλεῖον μέγα
ἐνταῦθ᾽ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου,
κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
ὀβολοῦ παραθεῖναὶ θ᾽ ὡς μέγιστον κάνθαρον.
καὶ ἔτι:
ὁ δὲ κάνθαρος πάλαι κενὸς ξηραίνεται.
Ξέναρχος δ᾽ ἐν Πριάπῳ φησὶ τάδε:
ἅμα δὲ λαβοῦσ᾽ ἠφάνικε πηλίκον τινὰ
οἴεσθε μέγεθος ἐγκρυφίαν μέγαν πάνυ,
καὶ ξηρὸν ἐπόησ᾽ εὐθέως τὸν κάνθαρον.
Ἐπιγένης Ἡρωίνῃ:
σὺ δὲ μηκέτ᾽ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν,
εἰς τὸ βαθὺ δ᾽ ἐπανάγωμεν: εἰς τὸν κάνθαρον,
παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον.
ἀλλ᾽ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, [p. 92]
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες ... ὡσπερεὶ
αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.

