[p. 98] Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ :
κῆνοι δ᾽ ἄρα πάντες
καρχησία τ᾽ ἦχον
κἄλειβον ἀράσαντο δὲ πάμπαν ἐσλὰ
τῷ γαμβρῷ.
Σοφοκλῆς Τυροῖ:
στολὴν δὲ δὴ τίν᾽ εἶχεν; τοῦτό μοι φράσον.
β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
πρὸς τὴν τράπεζαν φάσκων προσεληλυθέναι τοὺς δράκοντας καὶ γενέσθαι περὶ τὰ σιτία καὶ τὰ καρχήσια. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ. ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κερχνοειδῆ,4 καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ᾽ ὁ Λαμψακηνὸς ἐν τοῖς ῝ Ὥροις παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη. κάλπιον. ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι Πάμφιλος. εἶναι δ᾽ αὐτὸ οἷόν ἐστι τὸ σκαφίον.
προσπτῆναι μέσην
τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια,

