καὶ ἐν Παρασίτῳ:
τάριχος ἀντακαῖον εἴ τις βούλετ᾽ ἢ
Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
ὀσμαῖσι χαίρει.
Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ:
τάριχος ἀντακαῖον ἐν μέσῳ
πῖον, ὁλόλευκον, θερμόν.
καὶ προελθών
Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
Γαδειρικὸν θ᾽ ὑπογάστριον παρεισίτω.
” ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη: “ μήποτ᾽ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ᾽ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ᾽ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν σιλούρων.” καὶ ὁ Πλούταρχος “ὁ μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, οὗ ὁ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται; ἀλλ᾽ ὅμως ὠνόμασεν ἡμίνηρον ὁ Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως :
ἀλλ᾽ ἐπριάμην παρ᾽ ἀνδρός, ὦ γῆ καὶ θεοί,
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν [p. 54]
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα:
ὑπερμέγεθες γάρ ἐστιν.
καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει
ἐδέξατ᾽ ἀντακαῖον, ὃν τρέφει μέγας
Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι,2 οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρἈττικοῖς: παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.”
Μενδήσιὸς θ᾽ ὡραῖος ἀκρόπαστος εὖ
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.

