“ εἶδες τὴν Θασίαν ἅλμην οἰ̔̂ ἄττα βαύζει, [p. 248]
ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι, ” ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη. ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ ‘ μέλη πάραυλα κἀκρότητα κύμβαλα.’ καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι:οὐκ ὀκνεῖ δ᾽ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς ὁ αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν
αἰεὶ γ᾽ ὁ Χαιρεφῶν τιν᾽ εὑρίσκει τέχνην
καὶ νῦν πορίζεται γε τὰ δεῖπν᾽ ἀσύμβολα.
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
ἕστηκεν ἐλθών κἂν ἴδῃ μισθούμενον
εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.καὶ Θεόπομπος δ᾽ ἐν Ὀδυσσεῖ ἔφη:
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
ἄκλητος: ἤδη γὰρ πέτεται διαπόντιος:
οὕτω τι τἀλλότρι᾽ ἐσθίειν ἐστὶ γλυκύ.
Εὐριπίδου τἄρ᾽ ἐστὶν οὐ κακῶς ἔχον,
τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
58.
ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

