Ἀγάθων δ᾽ ἐν τῷ Θυέστῃ τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δ᾽ ἀπέτυχον τοῦ γάμου,
τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς:
ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν.
καὶ Κυμαῖοι δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι. χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι. περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω, ’
κόμας ἐκειράμεσθα φησίν μάρτυρας τρυφῆς,
ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί.
ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος
Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός:

