Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀδελφῷ’ καὶ τὸ ‘ φύγε τὴν γυναῖκα διαφθείρουσαν’ ἢ τὸ ‘ παῦσαι τὴν γυναῖκα διαφθείρων.’ τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ 1 τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας; ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς 2 ὁρμήν τινα βίαιον ἐνισταμένους 3 ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας: ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὒ φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.