δὲ βίον ἀλλακτέον ἕτερον 1 εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, ‘ πάλαι γ᾽ ἐχρῆν’ φησὶ ‘θορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνων’ ἂν δὲ πάλιν ὁρμᾶν δοκῆς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν ‘ ἄξια σαυτοῦ φρονεῖς: ἡ δ᾽ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλ᾽ ἄδοξον καὶ ταπεινόν’ εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον
ἀλλοῖός; μοι , ξεῖνε, φάνης 2 νέον ἠὲ πάροιθενοὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος;. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν: