Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτως οἱ κόλακες; οὐκ ἀληθινὴν οὐδ᾽ ὠφέλιμον ἀλλ᾽ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος; ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις: ἐπεὶ δ᾽ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν ‘ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν,’ φησιν ὁ Πλάτων, 1 ‘ χήτει οἰκείων κοσμούμενον’
εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας; ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.