Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἧκε φερόμενος, ἀθρόως; ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν, 1 ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετ᾽ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.