Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές: ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδ᾽ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδ᾽ ἀροῦν τὴν γῆν ὡς οἱ βόες: ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.