Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλ᾽ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθ᾽ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος: ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.