Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον: ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλ᾽ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδ᾽ ὀργῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.