καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατ᾽ Εὐριπίδην 1 καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶνκαὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτ᾽ εἰπὼν μήτ᾽ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι