Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις 1 καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας: εἶθ᾽: ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. ‘εἴ τινα αἴσθοιο, Διονύσιε, ’
1 ὑποψίαις Graeco-Latina a. 1624: ὑπεροψίαις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.