Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν, 1 ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ [p. 175] παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δ᾽ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν μετ᾽ ὀργῆς ‘τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;᾽’ φυλακτέον οὖν ἑτέρους 2 ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων
1 κολαστικόν scripsi: κελευστικόν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.