διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος 1 πάντα καὶ βοῶν παρ᾽ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς
σύνθημ᾽ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος
2
ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζῳγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες ἂν μὴ τοῦτο ποιεῖν ἀλλ᾽ ὁδοιπορεῖν ἢ νέμειν ἢ γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα [p. 141] λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλ᾽ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι