Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλ᾽ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἣκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ [p. 140] συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δ᾽ ἀναγκαίως ἐκείνῳ: ποῖ 1 ‘ γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν;᾽’ εἶτ᾽ ἀκούσας ὅ τι ἂν εἴπῃ , χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.