Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι 1 δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος; δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. ‘ ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσον’ ἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν
1 προσθέσεσι Emperius
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.