τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον ‘ ἐνταῦθα μέν’ εἶπεν ‘οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους 1 στοιχεῖα ταυτὶ
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψοςἀλλ᾽ οὐδὲ κατάκεισαι σὺ δεξιῶς,’ ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον.