Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον: ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ [p. 136] τοῦ σωροῦ κλέπτουσιν ἀλλ᾽ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης 1 φησὶν ὅτι ‘ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, ’
1 Θουκυδίδης] III 82
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.