Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας.
ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος: ὁ δ᾽ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ1 διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει
καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα
Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ
κατακρύψας